Ancient Greek · ~7 min
Section 1, lines 1.805-1.851
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.805-851
Not analysed yet
ὅσην ἀεί μοι τὴν προμήθειαν φέρεις·
Ταῦτ᾿ ἐννοηθεῖσ᾿ ᾐσθόμην ἀβουλίαν
πολλὴν ἔχουσα καὶ μάτην λυπουμένη
μάτην θ’ ἑαυτῇ πρὸς λόγους ἀφικόμην.
Ἄ ἄ·
Πολυστόνων ἄϊον ἰαχὰν γόων,
φωνὰν ἔκλυον, ἔκλυον βοὰν στόνων.
θεοκλυτεῖ δ’, ὡς ἄρα δεινά τις παθών.
Καὶ μὴν ὁ κλεινὸς ἄπο δὴ στείχει Πέτρος,
σκυθρωπὸς, οἰκτρὸς καὶ κατανενυγμένος,
θεοκλυτεῖ τις δ’ ὡς κακὸν ῥέξας μέγα.
Τί, Πέτρε, θρηνεῖς; Δείν’ ἔπραξας, ἀλλ’ ὅμως
ἔτ᾿ ἔστι καὶ σοὶ τῶνδε συγγνώμης τυχεῖν.
Ὠ Τέκνον, ὠ φίλτατον, ὦ Θεοῦ Λόγε,
σύγγνωθ’· ἁμαρτεῖν δ’ εἰκὸς ἄνθρωπον, Τέκνον,
καὶ Πέτρος ἐξήμαρτε τοὺς ὄχλους τρέσας.
Στέγουσα νῦν ἄπιθι, μῆτερ παρθένε·
λύω δὲ Πέτρῳ σφάλμα χρῃζούσης σέθεν·
καὶ γὰρ πάροιθεν σοῖς ἐπειθόμην λόγοις
σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.
Καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
ἕλκει δὲ καὶ δάκρυα πολλήν μου χάριν
καὶ πάντα λύει δεσμὸν ἀμπλακημάτων.
Σοί τ᾿ αὐ παραινῶ· μηδένα βροτῶν στύγει,
μηδ’ οἱ μ’ ἀπῃώρησαν ἀνόμως ξύλῳ
Ὤμοι, φρενὸς σῆς εὐμενεστάτης ἀεί·
ὡς οὐδὲ πάσχων δυσμεναίνεις τῷ γένει
οὐδὲ προσηλώσασιν ὀργίζῃ ξύλῳ.
Τίς γὰρ ἂν ἔτλη θυμὸν ὀργῆς σου, Τέκνον;
ἢ τίς ἀγανάκτησιν ὑπέστη σέθεν;
Ἄπιθ’ ἄπιθι δυσμενῶν νῦν ἐκ μέσου·
ὧνπερ γὰρ οὕνεκ’ εἰς ἐμοὺς ἧκες λόγους,
τὰ μὲν πέπρακται, τῶν δ’ ἐγὼ μνησθήσομαι.
Ἐνταῦθα μέν σοι τῶνδ’ ἀπαλλάσσω λόγον.
Ἄραρεν, ὡς ἔοικεν, ὦ τάλαιν᾿ ἐγώ·
Αἲ αἴ· τίν’ ἐκφωνεῖς φρικώδη τήνδ’ ὄπα
γλυκασμὸς ὢν ὅλος δὲ καὶ θυμηδία;
Τίνος γε διψῶν ἀπεγεύσω πικρίας;
Αὖθίς τε διψᾶν κάρτα κέκραγες μέγα.
κραυγῆς ἀκούσασ’ ἐκπέπληγμαι παντλάμων
ἐγώ· τὸ μέντοι πρᾶγμ’, ἐφ’ ᾧ τανῦν στένεις.
οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.
Φθέγξαι τι, δεῦρ’ ἄθρησον. Ἰώ μοι κακῶν·
Τί τί σὸν ὄμμα χρώς τε συντέτηκε νῦν;
Σιγήσατ’, ὦ γυναῖκες, ἐξειργάσμεθα·
ἐπίσχετ᾿ αὐδήν· Παῖδ’ ἐρωτῆσαι θέλω·
ὁρῶ γὰρ ἤδη τόνδε πλησίον μόρου,
ναὶ ναὶ βλέπω κλίναντα πάντιμον κάραν.