Ancient Greek · ~7 min
Section 1, lines 1.852-1.900
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.852-900
Not analysed yet
μικρὰν λιπόντα ῥᾳδίως ὁμιλίαν.
Ἔα, τί λεύσω; σὸν δέμας νεκρὸν, Τέκνον,
ἀθρῶ, μεγίστου θαύματος τόδ’ ἄξιον,
ὃς ἀρτίως κέκραγε πρὸς τὸν Πατέρα
φωνῇ κραταιᾷ γεῖσσα γῆς ταραξάσῃ,
οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη
φρικῶδες ἀντεφθέγξατ᾿, εἰσορῶσι δὲ
θέαμα κρεῖσσον ὀμμάτων ἐφαίνετο ,
ὃν ἀρτίως ἔδρακον, ὃς φάος τόδε
οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.
Τί χρῆμα πάσχεις; τῷ τρόπῳ διόλλυσαι,
Τέκνον ; πυθέσθαι βούλομαι σέθεν πάρα.
Ἡ γὰρ ποθοῦσα καρδία πάντ᾿ εἰδέναι
κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.
Ἑ ἒ ἒ ἒ
Τάδε ξυνῳδὰ τοῖς προηγορευμένοις;
Αἲ αἴ· τί δράσω; καρδία γὰρ οἴχεται.
Γυναῖκες, ὄψιν οὐχ ὁρῶ φαιδρὰν τέκνου·
χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον,
δεινὸν θέαμα· καὶ φόβος νεκροῦ θίγειν ·
διδάσκαλον φέρω γὰρ ἀστέρων πάθος,
γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας.
χωρεῖτε χωρεῖτ’ · οὐκέτ᾿ εἰμὶ προσβλέπειν
οἵα πρὸς αὐτὸν, ἀλλὰ νικῶμαι πόνοις.
Καὶ ξυνιῶ μὲν, οἷα ταῦτ᾿ ἔσται τάχει,
λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος.
Παῖ Παντáνακτος, πῶς ἐς ᾄδου νῦν δόμους
οἴχῃ μόρων ἕκητι τῶν πρωτοσπόρων;
αἴφνης δ’ ἀπέπτης, ὡς μεθεὶς ἑκουσίως
ψυχήν· μόρος γὰρ οὔποτ᾿ ἦν ὑπέρτερος,
εἰ μὴ μεθῆκας Πατρὶ πνεῦμ᾿ ἑκουσίως.
Ἤκουσ’, ἔκλυον σὴν ὄπα πρὸς Πατέρα.
Τίνος δ’ ἕκατι γῆς σ’ ἀποστέλλει Πατήρ;
τί σ᾿ ὧδ᾿ ἀτίμως ἠθέλησε τεθνάναι,.
τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν
τέθεικας; οἴμοι, συνθάνοιμί σοι, Τέκνον·
Ἰδοὺ τέθνηκας, τὶς με δέξεται πόλις;
τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
ξένος παρασχὼν ῥύσεται δέμας τόδε;
Οὐκ ἔστι. Μείνω σ’ οὖν ἔτι σμικρὸν χρόνου,
ἢν τριττὸν ἦμαρ λαμπροφεγγὲς εἰσίδω,
ὡς αὐτὸς εἶπας νεκρέγερσιν μηνύων,
κἀγὼ πέποιθα καὶ στέγω ταῖς ἐλπίσι,
κἂν νῦν νέκυν βλέπουσ’ ἀπῃωρημένον
στένω ’μὲ μᾶλλον ἢ σὲ τῆς ἀπουσίας·
ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
Εἰ γὰρ γενοίμην, Τέκνον, ἀντὶ σοῦ νεκρός ·
ὄλωλα, Τέκνον, οὐδέ μοι χάρις βίου.
Αἲ αἴ· κατ᾿ ὄσσων κιχάνει μ᾿ ἤδη σκότος·