Ancient Greek · ~7 min
Section 1, lines 1.901-1.949
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.901-949
Not analysed yet
ὄλωλα καὶ δὴ νερτέρων ποθῶ δόμους·
τὸ κατὰ γᾶς θέλω. τὸ κατὰ γᾶς κνέφας
τανῦν μετοικεῖν, σῆς θέας στερουμένη.
Δύστηνος, οἷον ἔσχον ἄρτ᾿ ἄλγημ᾿ ἐγὼ,
οὐ τλητὸν οὐδὲ ῥητον, ἀλλ’ ἀπωλόμην.
Πῶς δ’ ἐξ ἀναύδου καὶ μύσαντός ὄμματα
ἕξω παρηγόρημα, μήτηρ παντλάμων;
Ἄλλως σ’ ἄρ’ αὐτὴ, Τέκνον, ἐξεθρεψάμην,
ὃς τὴν τροφὴν ἅπασι δαψιλῶς νέμεις;
μάτην τ᾿ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
φεύγουσα χεῖρας τῶν φονώντων σοὶ, Τέκνον,
ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων;
Ἀλλ’ οὐκ ἐγᾦμαι, κἂν στένω κἂν δακρύω.
Ἐγώ σ’ ἔτικτον, οἶδα δ’ ὥς σ’ ἐγεινάμην·
ὅθεν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
ἐν σοὶ μεγίστας γηροβοσκήσειν τ᾿ ἐμὲ
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
ζηλωτὸν ἀνθρώποισιν· οὐδ’ ὄλωλε μοι
ἐλπὶς γλυκεῖα σοῦ, Τέκνον, τεθνηκότος.
Ὦ φθέγμα γλυκὺ, γλυκὺ χάρμα μοι φέρον,
ὦ φιλτάτη πρόσοψις, ὦ ποθουμένη
ὡραιότης ἄρρητός ὑπὲρ πᾶν γένος.
εἰκὼν ἄγραφος ἀγράφου μορφώματος,
πῶς νῦν στυγνάζεις; οὐ φέρω βλέπουσά σε·
πῶς πῶς σιγᾷς νῦν οὐδ’ ὑπανοίγεις στόμα;
Δὸς φθέγμα μοι, δὸς, δὸς παρηγόρημά μοι·
φθέγξαι τι μικρὸν μητρὶ δυστήνῳ, Τέκνον·
ναὶ Τέκνον οἶδα καὶ Θεὸν μου, κἂν φέρῃς
θάνατον οἰκτρὸν ἀθανατίζοντά με,
θάνατον ἀθάνατον ἄγοντα κλέος
καὶ χάρμα παντὶ τῷ βροτῶν γένει μέγα.
τέτλαθι, παγκοίρανε, μαιμῶσα κλάειν·
ἑκὼν γὰρ ἔτλη πότμον, οὔκουν ἀέκων,
ὡς παμφάγον νῦν καμβαλὼν οἶτον γένους
ἔκδικος ἔλθῃ ,Δεσπότης παντεργάτης,
λέβητι χρυσέῳ δ’ ἔπέψων μοι δέμας
σοφῇ προμηθείᾳ με καινίσῃ ξένως.
λυγρὸν γὰρ ἀπὸ γῆρας εὐφυῶς ξύσας
ἀνθρωπολοιγοῦ παμπαλαιᾶς μοι λύμης
κοῦρον φίλον θήσειεν ἡβώωντά με’
ὡς νῦν κάκιστον γῆρας ἅπαντας τρύχει,
ναὶ ναὶ τρύχει γῆράς με πημάτων βάρει
λώβης παλαιᾶς μητρὸς ἠπατημένης·
ἀλλ’ αὐτὸς ἀλύξαι με πημάτων ἔφη
αὐτὴν πρὸς αὐτὸν μητέρα στρέψαι τ᾿ ἐμὴν
καὶ γαῖαν οἶκόν θ’, ὃν προδοῦσ’ ἀφίκετο
βουλαῖς ἀνάγνοις θηρὸς ἠγριωμένου
ἐς τήνδε γαῖαν, μητέρα στεναγμάτων,
μετ᾿ ἀνδρὸς, ὃν πρὶν ἥδ’ ἀτιμάσασ’ ἔγνω·