Ancient Greek · ~7 min
Section 1, lines 1.950-1.997
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.950-997
Not analysed yet
ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο,
οἷον τὸ λιπεῖν οὖθαρ ἀρούρης πάρος.
Καὶ τοῦδ’ ἕκητι πάνθ’ ὑποστῆναι θέλειν
αὐτὸς προεῖπε καὶ θέλων ἔτλη μόρον,
ἤματι τριτάτῳ δ’ ἀνεγρέσθαι τάφου,
μύσταις φίλοις φέροντα χάρμα καὶ μέγα.
Εἰδώς τε ταῦτα πάντα πρὶν σαφῶς ἔφη.
Ἤδη δ’ ἔχει ξύμπαντα ταῦτα νῦν τέλος,
λείπει δὲ γηθόσυνον ἦμαρ καὶ μόνον,
καὶ τοῦτο νῦν μενοῦμεν, ἔσται δ’, ὡς ἔφη.
Ὁ γὰρ τὰ λυπρὰ νητρεκῆ νῦν γνωρίσας
καὶ χάρμα δείξει λαμπρὸν ἤματι τρίτῳ.
οἶδάς τε σὺ μάλιστα τέρμα δρωμένων·
θήσει δὲ λύπης ἀντὶ τῆσδε καὶ γόων
τιμὰς μεγίστας ἀνὰ γῆν σοι καὶ πόλον,
πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων,
ναούς τε σοι τεύξουσι τὸ βροτῶν φῦλον.
Θᾶττον γὰρ ἀντὶ τοῦδε δυσσεβοῖς φόνου
σεμνὴν ἑορτὴν τῇδε γῇ προσάψεται
καὶ γῆν Σολύμων ἱερὸν τεύξει πέδον·
ὧν εἵνεκα χρὴ μὴ μέτρου θρηνεῖν πέρα.
Μὴ δῆτα γοῦν, δέσποιν’, ἀφέρτατα στένε,
οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ᾿ ἀπαλλάσσουσα γῆς
πρόσωπον, οὐ βλέφαρα δακρύων ῥοῆς.
Ἕως πότε στρέψεις δὲ κάτω τὴν δέρην,
ῥοαῖς καταρδεύουσα τὴν γῆν δακρύων,
ἔκδικον ὄμμα παντεπόπτου Δεσπότου
εἰδυῖα θᾶττον χάρμα σοι φέρειν μέγα,
πρὸς ὅν σε τείνειν ὄμμα καὶ μόνον δέον;
Οἶδας γὰρ, οἶδας· ἕψεται τοῖς φροιμίοις
καὶ τέρμα φαιδρὸν, γηθόσυνος ἡμέρα·
μίαν μόνην μεῖναί σε δεῖ τὴν αὔριον,
ὡς ξυμπερανθῇ φροντὶς, ἣ κἀμὲ τρύχει.
Υἱὸς σύ μοι πέφηνας ἄλλος, παρθένε·
αὐτὸς γὰρ εἶπεν Υἱὸς, ὅς μοι καὶ μόνος.
οἶδάς τε πάντως πάντα, τίς χρειὼ λέγειν;
ὡς ἀσπόρως ἔτικτον, ὠδίνων ἄτερ,
στερρᾶς τ᾿ ἔφυγον τῶν τόκων ἀλγηδόνας,
Θεοῦ τε Παῖδα τοῦτον ἀγγείλας ἔφη,
καὶ πόλλ’ ἔδρασεν, οἷα καὶ μόνου Θεοῦ.
Καὶ πῶς τανῦν οἴσαιμι γυμνὸν καὶ νέκυν
ἐν ἰκρίῳ βλέπουσ’ ἀπῃωρημένον,
ὃς γαῖαν ᾐώρησεν ὑδάτων ὕπερ,
δι’ ὃν τὸ φάος ἡλίου συνεστάλη,
καὶ τῆς σελήνης τ᾿ ἐσκότασε πᾶν σέλας,
καὶ ῥῆξιν ἀνέτλησαν αἱ πέτραι φόβῳ,
μνημεῖά τ᾿ ἠνοίγησαν εἰς δεῖγμα κράτους,
αὐτοῦ παθόντος ὑπὲρ αὐτῶν Αἰτίου.