Ancient Greek
Chapter 6
Gregory of Nazianzus, De Filio (Orat. 29) 6
Not analysed yet
τοῦτο μὲν δὴ τοιοῦτον. οἷον δὲ αὐτῶν κἀκεῖνο, ὡς λίαν δύσερι καὶ ἀναίσχυντον* βουληθείς, φασι, γεγέννηκε τὸν υἱόν, ἢ μὴ βουλόμενος. εἶτα δεσμοῦσιν, ὡς οἴονται, ἀμφοτέρωθεν ἅμμασιν, οὐκ ἰσχυροῖς, ἁλλὰ καὶ λίαν σαθροῖς. εἰ μὲν γὰρ οὐ θέλων, φασί, τετυράννηται. καὶ τίς το ὁ τυραννήσας; καὶ πῶς ὁ τυραννηθεὶς θεός; εἰ δὲ θέλων, θελήσεως υἱὸς ὁ υἱός· πῶς οὖν ἐκ τοῦ πατρός; καὶ καινήν τινα μητέρα τὴν θέλησιν ἀντὶ τοῦ πατρὸς ἀναπλάττουσιν. ἓν μὲν οὖν τοῦτο χαρίεν αὐτῶν, ἂν τοῦτο λέγωσιν, ὅτι τοῦ πάθους ἀποστάντες ἐπὶ τὴν βούλησιν καταφεύγουσιν· οὐ γὰρ πάθος ἡ βούλησις. δεύτερον δὲ ἴδωμεν τὸ ἰσχυρὸν αὐτῶν, ὅ τι λέγουσιν. ἄριστον δὲ αὐτοῖς συμπλακῆναι πρότερον ἐγγυτέρω. σὺ δὲ αὐτὸς ὁ λέγων εὐχερῶς ὅ τι ἃν ἐθέλῃς, ἐκ θέλοντος ὑπέστης τοῦ σοῦ πατρός, ἢ μὴ θέλοντος; εἰ μὲν γὰρ ἐξ οὐ θέλοντος, τετυράννηται. τῆς βίας· καὶ τίς ὁ τυραννήσας αὐτόν; οὐ γὰρ δὴ τὴν φύσιν ἐρεῖς· ἐκείνη γὰρ ἔχει καὶ τὸ σωφρονεῖν. εἰ δὲ θέλοντος, ἀπόλωλέ σοι δι’ ὀλίγας συλλαβὰς ὁ πατήρ. θελήματος γὰρ υἱός, ἁλλ’ οὐ πατρὸς ἀναπέφηνας. ἀλλ’ ἐπὶ τὸν θεὸν μέτειμι καὶ τὰ κτίσματα, καὶ τὸ σὸν ἐρώτημα προσάγω τῇ σῇ σοφίᾳ. θέλων ὑπέστησε τὰ πάντα, ἢ βιασθείς; εἰ μὲν βιασθείς, κἀνταῦθα ἡ τυραννίς, καὶ ὁ τυραννήσας. εἰ δὲ βουλόμενος, ἐστέρηται τοῦ θεοῦ καὶ τὰ κτίσματα, καὶ σὺ πρὸ τῶν ἄλλων, ὁ τοιούτους ἀνευρίσκων λογισμοὺς καὶ τοιαῦτα σοφιζόμενος. θελήσει γὰρ μέσῃ τοῦ κτίστου διατειχίζεται. ἁλλ’ ἕτερον, οἶμαι, θέλων ἐστὶ καὶ θέλησις, γεννῶν καὶ γέννησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν. τὰ μὲν ὁ κινούμενος, τὰ δὲ οἷον ἡ κίνησις. οὔκουν θελήσεως τὸ θεληθέν· οὐδὲ γὰρ ἕπεται πάντως· οὐδὲ τὸ γεννηθὲν γεννήσεως, οὐδὲ τὸ ἀκουσθὲν ἐκφωνήσεως, ἀλλὰ τοῦ θέλοντος, καὶ τοῦ γεννήσαντος, καὶ τοῦ λέγοντος. τὰ τοῦ θεοῦ δὲ καὶ ὑπὲρ πάντα ταῦτα, ᾧ γέννησίς ἐστιν ἴσως ἡ τοῦ γεννᾷν θέλησις, ἀλλ’ οὐδὲν μέσον, εἴ γε καὶ τοῦτο δεξώμεθα ὅλως, ἀλλὰ μὴ καὶ θελήσεως κρείττων ἢ γέννησις.