Ancient Greek
Chapter 7
Gregory of Nazianzus, De Filio (Orat. 29) 7
Not analysed yet
Βούλει τι προσπαίξω καὶ τὸν πατέρα; παρὰ σοῦ γὰρ ἔχω τὰ τοιαῦτα τολμᾷν. θέλων θεὸς ὁ πατήρ, ἢ μὴ θέλων. καὶ ὅπως ἀποφεύξῃ τὸ σὸν περιδέξιον, εἰ μὲν δὴ θέλων, πότε τοῦ θέλειν ἠργμένος; οὐ γὰρ πρὶν εἶναι· οὐδὲ γὰρ ἦν τι πρότερον. ἢ τὸ μὲν αὐτοῦ θελῆσαν, τὸ δὲ θεληθέν; μεριστὸς οὖν. πῶς δὲ οὐ θελήσεως καὶ οὗτος, κατὰ σέ, πρόβλημα; εἰ δὲ οὐ θέλων, τί τὸ βιασάμενον εἰς τὸ εἶναι; καὶ πῶς θεός, εἰ βεβίασται, καὶ ταῦτα οὐκ ἄλλο τι ἢ αὐτὸ τὸ εἶναι θεός; πῶς οὖν γεγέννηται; πῶς ἔκτισται, εἴπερ ἔκτισται κατὰ σέ; καὶ γὰρ καὶ τοῦτο τῆς αὐτῆς ἀπορίας. τάχα ἂν εἴποις, βουλήσει καὶ λόγῳ. ἀλλ’ οὔπω λέγεις τὸ πᾶν. πῶς γὰρ ἔργου δύναμιν ἔσχεν ἡ βούλησις καὶ ὁ λόγος; ἔτι λείπεται λέγειν. οὐ γὰρ οὕτως ἄνθρωπος.