Ancient Greek
Chapter 10
Gregory of Nazianzus, De Filio (Orat. 30) 10
Not analysed yet
Ἕκτον τιθέσθω τὸ μὴ δύνασθαι τὸν υἱὸν ἀφ’ ἑαυτοῦ ποιεῖν μηδέν, ἐὰν μή τι βλέπη τὸν πατέρα ποιοῦντα. τοῦτο δὲ τοιοῦτόν ἐστιν· οὐ τῶν καθ’ ἕνα τρόπον λεγομένων τὸ δύνασθαι ἢ μὴ δύνασθαι· πολύσημον δέ. τὸ μὲν γάρ τι λέγεται κατὰ δυνάμεως ἔλλειψιν, καί ποτε, καὶ πρός τι, ὡς τὸ μὴ δύνασθαι τὸ παιδίον ἀθλεῖν, ἢ τὸ σκυλάκιον βλέπειν, ἢ πρὸς τόνδε διαγωνίζεσθαι. ἀθλήσει γὰρ ἴσως ποτέ, καὶ ὄψεται, καὶ διαγωνιεῖται πρὸς τόνδε, κἂν πρὸς ἕτερον ἀδυνάτως ἔχῃ. τὸ δέ, ὡς ἐπὶ πλεῖστον, ὡς τό· Οὐ δύναται πόλις κρυβῆναι ἐπ’ ἄνω ὄρους κειμένη. τάχα γὰρ ἂν καὶ κρυφθείη τις, ἐπιπροσθοῦντος μείζονος. τὸ δέ, ὡς οὐκ εὔλογον· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ’ ὅσον ἔνδημος ὁ νυμφίος · εἴτε ὁ σωματικῶς ὁρώμενος· οὐ γὰρ κακοπαθείας, ἀλλ’ εὐφροσύνης καιρὸς ὁ τῆς ἐπιδημίας· εἴτε ὁ ὡς λόγος νοούμενος. τί γὰρ δεῖ νηστεύειν σωματικῶς τοὺς λόγῳ καθαιρομένους ; τὸ δέ, ὡς ἀβούλητον, ὡς τὸ μὴ δύνασθαι ἐκεῖ σημεῖα ποιῆσαι, διὰ τὴν ἀπιστίαν τῶν δεχομένων. ἐπειδὴ γὰρ τοῦ συναμφοτέρου χρεία πρὸς τὰς ἰάσεις, καὶ τῆς τῶν θεραπευομένων πίστεως, καὶ τῆς τοῦ θεραπευτοῦ δυνάμεως, οὐκ ἐνεδέχετο τὸ ἕτερον τοῦ συζύγου ἐλλείποντος. οὐκ οἴδα δέ, εἰ μὴ καὶ τοῦτο τῷ εὐλόγῳ προσθετέον· οὐ γὰρ εὔλογος ἴασις τοῖς βλαβησομένοις ἐξ ἀπιστίας. τοῦ δὲ αὐτοῦ λόγου καὶ τό· Οὐ δύναται ὁ κόσμος μὴ μισεῖν ὑμᾶς· καί, Ἠὼς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες ; πῶς γὰρ ἀδύνατόν τι τούτων, ἢ ὅτι ἀβούλητον ; ἔστι δέ τι καὶ τοιοῦτον ἐν τοῖς λεγομένοις, ὃ τῆ φύσει μὲν ἀδύνατον, θεῷ δὲ δυνατὸν βουληθέντι, ὡς τὸ μὴ δύνασθαι τὸν αὐτὸν γεννηθῆναι δεύτερον· καὶ ῥαφὶς οὐκ εἰσδεχομένη κάμηλον. τί γὰρ ἂν καὶ κωλύσειε γενέσθαι ταῦτα θεοῦ θελήσαντος ;