Ancient Greek
Chapter 3
Gregory of Nazianzus, De Filio (Orat. 30) 3
Not analysed yet
τούτω δὲ ἕπεται καὶ τὸ δοῦλον ἀκούειν εὖ δουλεύοντα πολλοῖς, καὶ τὸ μέγα εἶναι αὐτῷ κληθῆναι παῖδα θεοῦ. τῷ ὄντι γὰρ ἐδούλευσε σαρκί, καὶ γενέσει, καὶ πάθεσι τοῖς ἡμετέροις, διὰ τὴν ἡμετέραν ἐλευθερίαν, καὶ πᾶσιν οἷς σέσωκεν ὑπὸ τῆς ἁμαρτίας κατεχομένους. τί δὲ μεῖζον ἀνθρώπου ταπεινότητι ἢ θεῷ πλακῆναι, καὶ γενέσθαι θεὸν ἐκ τῆς μίξεως, καὶ τοσοῦτον ἐπισκεφθῆναι ἀνατολῇ ἐξ ὕψους, ὥστε καὶ τὸ γεννώμενον ἅγιον υἱὸν ὑψίστου κληθῆναι, καὶ χαρισθῆναι αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; τοῦτο δὲ τί ποτε ἄλλο ἐστὶν ἢ θεός; καὶ τὸ πᾶν γόνυ κάμψαι τῷ κενωθέντι δι’ ἡμᾶς, καὶ τὴν θείαν εἰκόνα δουλικῇ μορφῇ συγκεράσαντι, καὶ γνῶναι πάντα οἶκον Ἰσραήλ, ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ὁ θεὸς ἐποίησεν; γέγονε γὰρ ταῦτα ἐνεργείᾳ μὲν τοῦ γεννήματος, εὐδοκία δὲ τοῦ γεννήτορος.