Ancient Greek
Chapter 4
Gregory of Nazianzus, De Filio (Orat. 30) 4
Not analysed yet
Δεύτερον δὲ τί τῶν μεγίστων αὐτοῖς καὶ ἀμάχων; δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι τοῦδε καὶ ὑπ’ οὐρανοῦ δεχθῆναι ἄχρι χρόνων ἀποκαταστάσεως, καὶ τὴν ἐκ δεξιῶν καθέδραν ἔχειν, ἕως τῆς τῶν ἐχθρῶν ἐπικρατήσεως. τὸ μετὰ τοῦτο δὲ τί; λῆξαι τῆς βασιλείας, ἢ τῶν οὐρανῶν ἀπωσθῆναι; τίνος παύσοντος; ἢ δι’ ἢν τινα τὴν αἰτίαν; ὡς τολμηρὸς ἐξηγητὴς σύ, καὶ λίαν ἀβασίλευτος. καὶ μὴν ἀκούεις τῆς βασιλείας αὐτοῦ μὴ εἶναι πέρας. ἀλλὰ τοῦτο πάσχεις παρὰ τὸ μὴ γινώσκειν, ὅτι τὸ ἕως οὐ πάντως ἀντιδιαιρεῖται τῷ μέλλοντι, ἀλλὰ τὸ μέχρι τοῦδε μὲν τίθησι, τὸ ὑπὲρ τοῦτο δὲ οὐκ ἀναίνεται. ἢ πῶς νοήσεις, ἵνα μὴ τἄλλα λέγω, τό· Ἔσομαι μεθ’ ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος ; ἆρ’ ὡς μετὰ τοῦτο οὐκ ἐσομένου ; καὶ τίς ὁ λόγος; οὐ μόνον δέ, ἀλλὰ καὶ παρὰ τὸ μὴ διαιρεῖν τὰ σημαινόμενα. βασιλεύειν γὰρ λέγεται καθ’ ἓν μέν, ὡς παντοκράτωρ, καὶ θελόντων καὶ μή, βασιλεύς· καθ’ ἕτερον δέ, ὡς ἐνεργῶν τὴν ὑποταγήν, καὶ ὑπὸ τὴν ἑαυτοῦ βασιλείαν τιθεὶς ἡμᾶς, ἑκόντας δεχομένους τὸ βασιλεύεσθαι τῆς μὲν οὖν ἐκείνως νοουμένης βασιλείας οὐκ ἔσται πέρας. τῆς δευτέρας δὲ τί; τὸ λαβεῖν ἡμᾶς ὑπὸ χεῖρα καὶ σωζομένους. τί γὰρ δεῖ τὴν ὑποταγὴν ἐνεργεῖν ὑποτεταγμένων; μεθ’ ἢν ἀνίσταται κρίνων τὴν γῆν, καὶ διαιρῶν τὸ σωζόμενον καὶ τὸ ἀπολλύμενον· μένον ’μεθ’ ἢν ἵσταται θεὸς ἐν μέσῳ θεῶν, τῶν σωζομένων, διακρίνων καὶ διαστέλλων, τίνος ἕκαστος τιμῆς καὶ μονῆς ἄξιος.