Ancient Greek · ~2 min
Volume 3c,790,T
(H)eren(n)ius Philo Gramm. et Hist., Testimonia 1
Not analysed yet
SUDA s. v. Φίλων Βύβλιος· γραμματικός. οὗτος γέγονεν ἐπὶ τῶν χρόνων τῶν ἐγγὺς Νέρωνος, καὶ παρέτεινεν εἰς μακρόν· ὕπατον γοῦν Σεβῆρον τὸν Ἐρέννιον χρηματίσαντα αὐτὸς εἶναί φησιν (F 54), ὅταν ἦγεν η καὶ ο ἔτος, ὀλυμπιάδι δὲ †κ καὶ διακοσιοστῆι. γέγραπται δὲ αὐτῶι Περὶ κτήσεως καὶ ἐκλογῆς βιβλίων βιβλία ιβ· Περὶ πόλεων καὶ οὓς ἑκάστη αὐτῶν ἐνδόξους ἤνεγκε βιβλία λ· Περὶ τῆς βασιλείας Ἀδριανοῦ (ἐφ' οὗ καὶ ἦν ὁ Φίλων)· καὶ ἄλλα.