Ancient Greek · ~3 min
2a to 4
(H)eren(n)ius Philo Gramm. et Hist., Testimonia 2a-4
Not analysed yet
SUDA s. v. Ἕρμιππος Βηρύτιος· ἀπὸ κώμης μεσογαίου· μαθητὴς Φίλωνος τοῦ Βυβλίου, ὑφ' οὗ ὠικειώθη Ἐρεννίωι Σευήρωι ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως, ἔκδουλος ὢν γένος, λόγιος σφόδρα. καὶ ἔγραψε πολλά (IV). ἔγραψε καὶ Περὶ ὀνείρων. —s. v. Παῦλος Τύριος· ῥήτωρ, γεγονὼς κατὰ Φίλωνα τὸν Βύβλιον· ὃς ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως πρεσβεύσας μητρόπολιν τὴν Τύρον ἐποίησεν. —s. v. Ἡρωδιανὸς Ἀλεξανδρεύς· γραμματικός, υἱὸς Ἀπολλωνίου . . . τοῦ ἐπικληθέντος Δυσκόλου. γέγονε κατὰ τὸν Καίσαρα Ἀντωνῖνον τὸν καὶ Μάρκον (161—180), ὡς νεώτερον εἶναι καὶ Διονυσίου τοῦ τὴν Μουσικὴν ἱστορίαν γράψαντος (IV) καὶ Φίλωνος τοῦ Βυβλίου. PORPHYR. De abst. 2, 56 (F 3a): ἡ Φοινικικὴ ἱστορία . . . ἣν Σαγχουνιάθων μὲν τῆι Φοινίκων γλώττηι συνέγραψεν, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶσσαν δι' ὀκτὼ βιβλίων ἡρμήνευσεν. SUDA s. v. Σερῆνος· ὁ καὶ Ἀθηναῖος, ὁ Αἴλιος χρηματίσας· γραμματικός. Ἐπιτομὴν τῆς Φίλωνος πραγματείας Περὶ πόλεων καὶ τίνες ἐφ' ἑκάστης ἔνδοξοι, βιβλία γ.