Ancient Greek · ~1 min
1 to 2
HARMODIUS LEPREATES, Fragmenta 1-2-2
Not analysed yet
Κοτταβίς. Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ Περὶ τῶν κατὰ Φιγάλειαν νομίμων, διεξιὼν περὶ τῶν ἐπιχωρίων δείπνων, γράφει καὶ ταῦτα· «Καθαγισάντων ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρὸν, καὶ ὁ προσφέρων ἀνεῖπεν· εὖ δείπνειας.» Ἁρμόδιος δὲ ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν παρὰ Φιγαλεῦσι νομίμων, φιλοπότας φησὶ γενέσθαι Φιγαλεῖς, Μεσσηνίοις ἀστυγείτονας ὄντας, καὶ ἀποδημεῖν ἐθισθέντας.