Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_HARMODIUS_LEPREATES
HARMODIUS LEPREATES, Fragmenta 3
Not analysed yet
Οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ, ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ. Ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιγαλείας, ὃς καὶ ἀποθνήσκων οὐκ ὤκνησεν ἐπιθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδ ̓ ἔστ ̓, ἀγαθοῦ καὶ σώφρονος ἀνδρὸς, ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον, ἀργυρέων, χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ, τῶν προτέρων πάντων πλείονα πασάμενος. Τοῦτο δ ̓ ἱστορεῖ Ἀρμόδιος ὁ Αεπρεάτης ἐν τῷ Περὶ τῶν κατὰ Φιγάλειαν νομίμων.