Ancient Greek
Letter k
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΚΑΡΚΙΝΟΣ
Not analysed yet
Λυσίας ἐν τῇ περὶ τοῦ κυνὸς ἀπολογίᾳ, εἰ γνήσιος, ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι αἱ κύνες. καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι· Φερεκράτης Αὐτομόλοις ὁπόταν σχολάζῃς, νίψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν, ὃ νῦν καρκίνωμα καλοῦσιν. ἔστι δὲ καὶ κύριον ὄνομα, οὗ μνημονεύει Ἰσοκράτης Τραπεζιτικῷ· εἴη δ’ ἂν οὗτος ὁ Ἀθηναίων στρατηγὸς ὁ πεμφθεὶς περιπλεῦσαι Πελοπόννησον. περὶ δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ τοῦ Ξενοκλέους υἱοῦ Λυσίας ἐν τῷ πρὸς Μνησίμαχόν φησι συντίθεται δὲ τούτοις καὶ Καρκίνος ὁ ποιητὴς εἰπὼν ʽοὐκ οἶνος ἐξέστησε· τὰς γὰρ ἐμφύτους ʽὀρθῶς παγείσας -ʽ??ʼ-ʽ??ʼ- φρένας ʽοὐδεὶς ἐπαίρει καιρὸς ἐξαμαρτάνειν. ʼ