Ancient Greek
ΚΑΡΠΟΥ ΔΙΚΗ to ΚΑΤΑΓΕΙΝ ΤΑ ΠΛΟΙΑ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΚΑΡΠΟΥ ΔΙΚΗ-ΚΑΤΑΓΕΙΝ ΤΑ ΠΛΟΙΑ
Not analysed yet
Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς εἰ γάρ τι ἐγκαλεῖς τῷδε τῷ μειρακίῳ καὶ τῶν σῶν τι ἔχει, δίκασαι αὐτῷ κατὰ τοὺς νόμους, εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ, εἰ δὲ οἰκίας, ἐνοικίου, ὥσπερ οὗτος σοὶ νῦν ἐπιτροπῆς δικάζεται. Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. ἔστι δὲ πόλις τῆς Καρίας. Δημοσθένης ἐν θ Φιλιππικῷ ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ. ἐν ταῖς περιοδικαῖς νόσοις λέγεταί τις καταβολὴ διὰ τὸ ἐν ἀποδεδειγμένῳ προσιέναι χρόνῳ, καθάπερ οἱ ἐρανισταὶ τὰς καταβολὰς ποιοῦνται τῶν χρημάτων. ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέσθαι φαρμάκοις Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. περὶ τῶν κατὰ δήμους δικαστῶν, ὡς πρότερον μὲν ἦσαν λ καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον, εἶτα ἐγένοντο μ, εἴρηκεν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ἀντὶ τοῦ νικήσας καὶ καταδικασθῆναί τινα ποιήσας Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὕβρεως. Δημοσθένης ἐν η Φιλιππικῷ. κατάγειν τὰ πλοῖα λέγεται ἀντὶ τοῦ βιάζεσθαι καὶ κακοῦν, καὶ μὴ ἐᾶν τοὺς πλέοντας ὅποι βούλονται πλεῖν, ἀλλ’ εἰς τὰ οἰκεῖα χωρία τοῖς λῃστεύουσι κατάγειν, ὡς καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους δηλοῖ.