Ancient Greek
ΚΥΡΣΙΛΟΝ to ΚΩΛΙΑΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΚΥΡΣΙΛΟΝ-ΚΩΛΙΑΣ
Not analysed yet
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δὲ ὑπακούειν ἀποφηνάμενον Κυρσίλον καταλιθώσαντες. τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦσιν· Ὑπερείδης καὶ Ἀριστοφάνης Γεωργοῖς ἀγαθήν γε κώδειαν. Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. ἐπιθαλασσία ἄκρα τῆς Ἀττικῆς ἐστιν ἡ Κωλιὰς, ἐκ μεταφορᾶς τοῦ κώλου ὠνομασμένη· ἔστι δ’ αὐτόθι Ἀφροδίτης ἱερόν. μέμνηται Ἀριστοφάνης κατ’ ἀρχὴν τῆς Λυσιστράτης.