Ancient Greek
ΛΑΓΙΣΚΑ to ΛΑΜΠΑΔΙΟΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΛΑΓΙΣΚΑ-ΛΑΜΠΑΔΙΟΝ
Not analysed yet
Λυσίας ἐν τῷ πρὸς Λαΐδα, εἰ γνήσιος. Λαγίσκας τῆς ἑταίρας μνημονεύει καὶ Στράττις ὁ κωμικὸς οὕτω Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι τόν τ’ αὐλοτρύπην αὐτόν. ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν α τῆς Πολιτείας.