Ancient Greek
ΤΟΡΩΝΗ to ΤΡΙΚΕΦΑΛΟΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΤΟΡΩΝΗ-ΤΡΙΚΕΦΑΛΟΣ
Not analysed yet
Ἰσοκράτης Παναθηναϊκῷ. πόλις ἐν Θράκῃ, ὡς Ἔφορος ἐν δ ἱστορεῖ. Λυκοῦργος ἐν τῷ πρὸς Δημάδην. Δίδυμός φησιν ὅτι παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία. Δημοσθένης Φιλιππικοῖς καὶ μετὰ ταῦτα ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε καὶ τοὺς χωρὶς οἰκοῦντας τῶν δεσποτῶν. οὐ μὴν ἀλλὰ καὶ χωρὶς τοῦ προσκεῖσθαι φανερὸν ἂν εἴη τὸ δηλούμενον, ὅτι οἱ ἀπελεύθεροι καθ’ αὑτοὺς ᾤκουν, χωρὶς τῶν ἀπελευθερωσάντων, ἐν δὲ τῷ τέως δουλεύοντες ἔτι συνῴκουν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἔοικε λέγειν τοῦτο ὁ ῥήτωρ ὡς καὶ περὶ τὴν ὑπόκρισιν ἀτυχοῦντος τοῦ Αἰσχίνου, καὶ μιμουμένου μᾶλλον τραγῳδοὺς ἢ τραγῳδεῖν δυναμένου. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας ὅτι ἱερωσύνης ὄνομά ἐστιν ἡ τραπεζοφόρος. ὅτι δ’ αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ αὐτός τε ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε καὶ Ἴστρος ἐν ιγ τῶν Ἀττικῶν συναγωγῶν. τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα διὰ θανάτου, καὶ ἐλέγετο τριακὰς, ὡς Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ τριακάδας τὴν ἡμέραν καλῶν. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες, ἢ ἀντὶ τοῦ τεχνάζοντες, ἀπὸ τοῦ τρίβωνες εἶναι πραγμάτων. Λυκοῦργος κατ’ Ἀριστογείτονος. ὄνομά ἐστι δικαστηρίου, ἴσως καὶ τῷ σχήματι τριγώνου ὄντος. μνημονεύουσιν αὐτοῦ ἄλλοι τε καὶ Μένανδρος ἐν τῇ %2 %2 %2 τὸ εἰς τὴν τριηραρχίαν ἀνάλωμα· Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. ΕΠΙΤΡΙΗΡΑΡΧΗΜΑ δὲ τὸ ἀναλισκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον. Δημοσθένης ἐν τῷ ὑπὲρ Μεγαλοπολιτῶν. φρούριόν ἐστι τῆς Ἀργείας οὕτω καλούμενον. Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην μικρὸν δ’ ἄνω τοῦ τρικεφάλου παρὰ τὴν Ἑστίαν ὁδόν. τὸ πλῆρές ἐστι τοῦ τρικεφάλου Ἑρμοῦ. τοῦτον δέ φησι Φιλόχορος ἐν γ Εὐκλείδην ἀναθεῖναι Ἀγκυλῆσιν.