Ancient Greek
ΤΡΙΠΤΗΡΑ to ΤΡΙΤΟΝ ΗΜΙΔΡΑΧΜΟΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΤΡΙΠΤΗΡΑ-ΤΡΙΤΟΝ ΗΜΙΔΡΑΧΜΟΝ
Not analysed yet
Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. Νίκανδρος ἐν ις τῆς Ἀττικῆς διαλέκτου φησὶν ὅτι τριπτήρ ἐστι πιθάκνη ἐκπέταλος, οἷα τὰ ἐπιλήνια. ἐπὶ τούτου δ’ ἂν τάττοιτο νῦν παρὰ τῷ ῥήτορι· πολλὰ γὰρ καὶ ἄλλα σημαίνει τοὔνομα. Δείναρχος κατὰ Καλλισθένους. ὅτι δὲ τριτημόριόν ἐστιν ς χαλκοῖ Φιλήμων ἐν ἀρχῇ τοῦ Σαρδίου διδάσκει. Δείναρχος κατὰ Λυκούργου. τὰς β ἥμισυ δραχμὰς οὕτως εἰώθασιν ὀνομάζειν οἱ παλαιοί.