Ancient Greek
Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS
HEGESANDER DELPHUS, Fragmenta 1
Not analysed yet
Ἡγήσανδρος δ ̓ ὁ Δελφὸς ἐν τοῖς Ὑπομνήμασι, περὶ τῆς πρὸς πάντας τοῦ Πλάτωνος κακοηθείας λέγων, γράφει καὶ ταῦτα· «Μετὰ τὴν Σωκράτους τελευτὴν ἐπὶ πλεῖον τῶν συνήθων ἀθυμούντων, ἔν τινι συνουσίᾳ Πλάτων συμπαρὼν, λαβὼν τὸ ποτήριον, παρεκάλει μὴ ἀθυμεῖν αὐτοὺς, ὡς ἱκανὸς αὐτὸν εἴη ἡγεῖσθαι τῆς σχολῆς, καὶ προέπιεν Ἀπολλοδώρῳ. Καὶ ὃς εἶπεν, Ἥδιον ἂν παρὰ Σωκράτους τὴν τοῦ φαρμάκου κύλικα εἰλήφειν, ἢ παρὰ τοῦ τὴν τοῦ οὔνου πρόποσιν. Ἐδόκει γὰρ Πλάτων φθονερὸς εἶναι, καὶ κατὰ τὸ ἦθος οὐδαμὼς εὐδοκιμεῖν. Καὶ γὰρ Ἀρίστιππον πρὸς Διονύσιον ἀποδημήσαντα ἔσκωπτεν, αὐτὸς τρὶς εἰς Σικελίαν ἐκπλεύσας· ἅπαξ μὲν τῶν ῥυάκων χάριν, ὅτε καὶ τῷ πρεσβυτέρῳ Διονυσίῳ συγγενόμενος ἐκινδύνευσε, δὶς δὲ πρὸς τὸν νεώτερον Διονύσιον. Αἰσχίνου τε πένητος ὄντος, καὶ μαθητὴν ἕνα ἔχοντος Ξενοκράτην, τοῦτον περιέσπασε. Καὶ Φαίδωνι δὲ τὴν τῆς δουλείας ἐφιστὰς δίκην ἐφωράθη· καὶ τὸ καθόλου πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων διάθεσιν. Διόπερ Σωκράτης, οὐκ ἀηδῶς περὶ αὐτοῦ στοχαζόμενος, ἐνύπνιον ἔφησεν ἑωρακέναι, πλειόνων παρόντων. Δοκεῖν γὰρ ἔφη τὸν Πλάτωνα, κορώνην γενόμενον, ἐπὶ τὴν κεφαλήν μου ἀναπηδήσαντα, τὸ φαλακρόν μου κατασκαριφᾶν, καὶ κράζειν περιβλέπουσαν. Δοκῶ οὖν σε, ὦ Πλάτων, πολλὰ κατὰ τῆς ἐμῆς ψεύδεσθαι κεφαλῆς. Ἦν δὲ ὁ Πλάτων πρὸς τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὅστις ἔφησεν, Ἔσχατον τὸν τῆς δόξης χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα, ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τάφοις· ὥς φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασι. Καὶ τὸ πόλιν δὲ θελῆσαι κτίσαι, καὶ τὸ νομοθετῆσαι, τίς οὐ φήσει πάθος εἶναι φιλοδοξίας; Δῆλον δέ ἐστι τοῦτο, ἐξ ὧν ἐν τῷ Τιμαίῳ λέγει· «Πέπονθά τι πάθος πρὸς τὴν πολιτείαν, ὥσπερ ἂν εἰ ζῳγράφος ἐβούλετο τὰ ἑαυτοῦ ἔργα κινούμενα καὶ ἐνεργὰ ἰδεῖν, οὕτω κἀγῶ τοὺς πολίτας, οὓς διαγράφω.»