Ancient Greek
2 to 4
HEGESANDER DELPHUS, Fragmenta 2-4
Not analysed yet
Οὐκ ἄκαιρον δ ̓ ἐστὶ μνημονεῦσαι καὶ τοῦ εἰς ὑμᾶς (sc. τοὺς φιλοσόφους) ποιηθέντος ἐπιγράμματος, ὅπερ παρέθετο ὁ Δελφὸς Ἡγήσανδρος, ἐν ἕκτῳ Ὑπομνημάτων· Ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι, σακκογενειοτρόφοι καὶ λοπαδαρηαγίδαι, εἱματανωπερίβαλλοι, ἀνηλιποκαιβλεπέλαιοι, νυκτιλαθραιοφάγοι, νυκτιπαταιπλάγιοι, μειρακιεξαπάται καὶ συλλαβοπευσιλαληταὶ, δοξοματαιόσοφοι, ζηταρετησιάδαι. Ἱστορεῖ δὲ περὶ αὐτοῦ (sc. Τοῦ Φιλίππου) καὶ τάδε Ἡγήσανδρος ὁ Δελφὸς, ὡς τοῖς Ἀθήνησιν εἰς τὸ Διομέων Ἡράκλειον ἀθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἱκανὸν κερμάτιον, καὶ προσέτασσέ τισιν ἀναγράφοντα τὰ λεγόμενα ὑπ ̓ αὐτῶν ἀποστέλλειν πρὸς αὐτόν. Καὶ ὁ Δελφὸς δὲ Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασι περὶ τοῦ Κλεισόφου τάδε ἱστορεῖ· «Φιλίππου τοῦ βασιλέως εἰπόντος, διότι γράμματα αὐτῷ ἐκομίσθη παρὰ Κότυος τοῦ βασιλέως, Κλείσοφος παρὼν ἔφη· Εὖ γε νὴ τοὺς θεούς. Τοῦ δὲ Φιλίππου εἰπόντος, Τί δὲ σὺ οὖδας ὑπὲρ ὧν γέγραπται; Νὴ τὸν Δία τὸν μέγιστον, εἶπεν, ἄκρως γέ μοι ἐπετίμησας.»