Ancient Greek
10 to 11
HEGESANDER DELPHUS, Fragmenta 10-11
Not analysed yet
Δρομέας δ ̓ ὁ παράσιτος, ἐρωτήσαντός τινος αὐτὸν, ὥς φησιν ὁ Δελφὸς Ἡγήσανδρος, πότερον ἐν ἄστει γίνεται βελτίω δεῖπνα ἢ ἐν Χαλκίδι, Τὸ προοίμιον, εἶπε, τῶν ἐν Χαλκίδι δείπνων χαριέστερον εἶναι τῆς ἐν ἄστει παρασκευῆς· τὸ πλῆθος τῶν ὀστρέων καὶ τὴν ποικιλίαν προοίμιον εἰπὼν δείπνου. Πάλιν δ ̓ ἐπερωτηθεὶς, ὥς φησιν Ἡγήσανδρος, πότερα Βοιωτοὶ βαρβαρώτεροι τυγχάνουσιν ὄντες ἢ Θετταλοὶ, Ἠλείους ἔφησεν. Ἀναστήσας δέ ποτε καὶ τρόπαιον ἐν τῇ διατριβῇ ἐπέγραψε κατὰ τῶν κακῶς κιθαριζόντων. Ἐρωτηθεὶς δὲ ὑπό τινος, τίνα τῶν πλοίων ἀσφαλέστατά ἐστι, τὰ μακρὰ ἢ τὰ στρογγύλα, «Τὰ νενεωλκημένα,» εἶπεν.