Ancient Greek
Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS
HEGESANDER DELPHUS, Fragmenta 12
Not analysed yet
Ὁ τοῦ Σωτάδου οἱὸς Ἀπολλώνιος. Ἔγραψε δὲ καὶ οὗτος Περὶ τῶν τοῦ πατρὸς ποιημάτων σύγγραμμα· ἐξ οὗ ἔστιν κατιδεῖν τὴν ἄκαιρον παρρησίαν τοῦ Σωτάδου, κακῶς μὲν εἰπόντος Λυσίμαχον τὸν βασιλέα ἐν Ἀλεξανδρείᾳ, Πτολεμαῖον δὲ τὸν Φιλάδελφον παρὰ Λυσιμάχῳ, καὶ ἄλλους τῶν βασιλέων ἐν ἄλλαις τῶν πόλεων. Διόπερ καὶ δεούσης ἔτυχε τιμωρίας. Ἐκπλεύσαντα γὰρ αὐτὸν τῆς Ἀλεξανδρείας, ὥς φησιν Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασι, καὶ δοκοῦντα διαπεφευγέναι τὸν κίνδυνον· εἴρηκει γὰρ εἰς τὸν βασιλέα Πτολεμαῖον πολλὰ δεινὰ, ἀτὰρ καὶ τόδε, ὅτε τὴν ἀδελφὴν Ἀρσινόην ἐγεγαμήκει· Εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς· Πάτροκλος οὖν ὁ τοῦ Πτολεμαίου στρατηγὸς ἐν Καύνῳ τῇ νήσῳ λαβὼν αὐτὸν καὶ εἰς μολυβδῆν κεραμίδα ἐμβαλὼν καὶ ἀναγαγὼν εἰς τὸ πέλαγος κατεπόντισε.