Ancient Greek
13 to 14
HEGESANDER DELPHUS, Fragmenta 13-14
Not analysed yet
Ἡρόδοτος δὲ ὁ λογόμιμος, ὥς φησιν Ἡγήσανδρος, καὶ Ἀρχέλαος ὁ ὀρχηστὴς παρὰ Ἀντιόχῳ τῷ βασιλεῖ μάλιστα ἐτιμῶντο τῶν φίλων. Ὁ δὲ πατὴρ αὐτοῦ Ἀντίοχος τοὺς Σωστράτου τοῦ αὐλητοῦ υἱεῖς σωματοφύλακας ἐπεποίητο. Ἡγήσανδρος δ ̓ ἐν τοῖς Ὑπομνήμασι τάδε φησὶ περὶ αὐτοῦ· «Δωρίων ὁ ὀψοφάγος, τοῦ παιδὸς οὐκ ἀγοράσαντος ἰχθῦς, μαστιγῶν αὐτὸν ἐκέλευε τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν. Τοῦ δὲ παιδὸς ὀρφὸν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος, Ἰχθύων σε, φησὶν, ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν.»