Ancient Greek
Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS
HEGESANDER DELPHUS, Fragmenta 17
Not analysed yet
Ἀλλὰ μὴν καὶ Ἀρίστιππος ὁ Σωκρατικὸς ὀψοφάγος ἦν· ὅστις καὶ ὑπὸ Πλάτωνός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων καὶ Ἡγήσανδρος. Γράφει δὲ οὕτως ὁ Δελφός· «Ἀρίστιππος, Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ, διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυοῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. Τοῦ δὲ Πλάτωνος εἰπόντος, ὅτι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου, Ὁρᾷς οὖν, εἶπεν, ὦ Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος.»