Ancient Greek
Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS
HEGESANDER DELPHUS, Fragmenta 18
Not analysed yet
Ἡγήσανδρος γοῦν φησιν, ὡς καὶ ἀδόξου ποτὲ κλισίας παρ ̓ αὐτῷ τυχὼν ἤνεγκεν, ἐρωτήσαντός τε τοῦ Διονυσίου, τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς, ἔφησε παραπλησίαν εἶναι. «Ἐκείνη τε γὰρ, ἔφησεν, ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοφοτάτη δι ̓ ἡμᾶς. Αὕτη δὲ τήμερον καὶ ἔνδοξος γέγονε διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ ἠδόξει μὴ παρόντος ἐμοῦ.» Καὶ ἐν ἄλλοις δέ φησιν ὁ Ἡγήσανδρος· «Ἀρίστιππος, ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ ̓ ἐπὶ τῷ ἀνέχεσθαι ὑπ ̓ Ἀντιφῶντος, Εἰ δ ̓ ἁλιευόμενος ἐτύγχανον, ἔφη, καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον;»