Ancient Greek
Dfhg-Source dfhg4_HEGESANDER_DELPHUS
HEGESANDER DELPHUS, Fragmenta 23
Not analysed yet
Ἔπινον οἱ πολλοὶ καὶ ἄλφιτα ἐπιβάλλοντες τῷ οἴνῳ, ὡς ὁ Δελφὸς Ἡγήσανδρός φησιν. Ἐπίνικος γοῦν, Μνησιπτολέμου ἀνάγνωσιν ποιησαμένου τῶν ἱστοριῶν, ἐν αἷς ἐγέγραπτο ὡς Σέλευκος ἀπηλφίτισε, γράψας δρᾶμα Μνησιπτόλεμον καὶ κωμῳδῶν αὐτὸν καὶ περὶ τῆς πόσεως ταῖς ἐκείνου χρώμενος φωναῖς, ἐποίησε λέγοντα· Ἐπ ̓ ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα, ἔγραψα, καὶ παρέδειξα τοῖς πολλοῖς, ὅτι, κἂν τὸν τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ ̓ εὐτελὲς, σεμνὸν δύναται τοῦθ ̓ ἡ δύναμις ἡ μὴ ποιεῖν. Γέροντα Θάσιον τόν τε γῆς ἀπ ̓ Ἀτθίδος ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν, συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου, Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρὸν, κατῃσίμωκα πῶμα, καύματος λύσιν. Ὁ δ ̓ αὐτὸς ἱστορεῖ, κἀν Θηράσι ταῖς (Θηρασίαις̣) νήσοις ἐπιτάττοντας λέκιθον ἀντὶ ἀλφίτου πίνειν, καὶ λέγεσθαι ταύτην τὴν πόσιν καλλίονα τῆς ἐξ ἀλφίτων. Cf. Müller. Min. p. 337.