Ancient Greek
24 to 30
HEGESANDER DELPHUS, Fragmenta 24-30
Not analysed yet
Ἡγήσανδρος δ ̓ ὁ Δελφὸς Ἀγχίμολον καὶ Μόσχον φησὶ, τοὺς ἐν Ἤλιδι σοφιστεύσαντας, ὑδροποτῆσαι πάντα τὸν βίον, καὶ μόνα σῦκα προσφερομένους οὐδενὸς ἧττον διακεῖσθαι σώμασιν ἐρρωμένους· τὸν δ ̓ Ἱδρῶτα αὐτῶν δυσώδη οὕτως ἔχειν, ὡς πάντας αὐτοὺς ἐκκλίνειν ἐν τοῖς βαλανείοις. Οἶδα δὲ καὶ ἑορτὴν τὴν Ἑταιρίδεια, ἀγομένην ἐν Μαγνησίᾳ, οὐ διὰ τὰς ἑταίρας, ἀλλὰ δι ̓ ἑτέραν αἰτίαν, ἧς μνημονεύει Ἡγήσανδρος, ἐν Ὑπομνήμασι γράφων ὧδε· «Τὴν τῶν Ἑταιριδείων ἑορτὴν συντελοῦσι Μάγνητες. Ἱστοροῦσι δἐ, πρῶτον Ἰάσονα, τὸν Αἴσονος, συναγαγόντα τοὺς Ἀργοναύτας, ἑταιρείῳ Διὶ θῦσαι, καὶ τὴν ἑορτὴν Ἑταιρίδεια προσαγορεῦσαι. Θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ Ἑταιρίδεια.» Ἡγήσανδρος δ ̓ ἐν τοῖς Ὑπομνήμασι τῶν ἡδυσμάτων φησὶν ἐρᾶν πάντας, οὐ τῶν κρεῶν, οὐδὲ τῶν ἰχθύων· «ἀπογενομένων γοῦν τούτων, οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας, οὐδὲ τὸν ἰχθὺν, οὐδὲ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων.» Ἐπὶ δὲ δυσμαῖς ὢν τοῦ βίου (Sophoncles), ὥς φησιν Ἡγήσανδρος, Ἀρχίππην ἠγάπησε τὴν ἑταίραν, καὶ τοῦ βίου κληρονόμον κατέλιπεν. Ὅτε δὲ γηραιῷ ὄντι τῷ Σοφοκλεῖ συνῆν ἡ Ἀρχίππη, ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης, ἐρωτώμενος ὑπό τινος, τί πράττει Ἀρχίππη, χαριέντως ἔφη· «Ὥσπερ αἱ γλαῦκες ἐπὶ τάφων κάθηται.» Μετάνειρα δὲ ἡ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου, Λαγυνίωνος ἐπίκλην, καταπεσόντος ἔν τινι κονιάματι, «Καὶ γὰρ σὺ, φησὶ, σαυτὸν ἔδωκας, οὗ ψῆφοι εἰσίν.» Διαπηδῶντος δ ̓ αὐτοῦ ἐπὶ τὴν πλησίον κλίνην, «Πρόσεχε, φησὶ, μὴ ἀνατραπῇς.» Τοῦτο ἱστορεῖ Ἡγήσανδρος. Ὅτι δ ̓ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος ὁ Δελφὸς ἐν Ὑπομνήμασί φησι Μετάνειραν τὴν ἑταίραν, ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε, καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν· Ἀπόλωλα, πέπλων μ ̓ ὤλεσαν περιπτυχαί. Ἀποφάρσις, ἡ ἑταίρα, ὡς Ἡγήσανδρος. Κἀν Κύπρῳ δέ φησι τιμᾶσθαι Ἡγήσανδρος ὁ Δελφὸς Δία εἰλαπιναστήν τε καὶ σπλαγχνοτόμον.