Ancient Greek · ~1 min
Fragment 4
Hegesianax Astron. et Epic., Fragmenta 4
Not analysed yet
Dionys. Hal. A. R. I, 49, de Aenea:
Τὰ δὲ μετὰ τὴν ἔξοδον ἔτι πλείω παρέχει τοῖς πολλοῖς
ἀπορίαν. Οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν,
ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἔστι Κεφάλων
τε Γεργίθιος καὶ Ἡγήσιππος ὁ Περὶ Παλλήνης γράψας,
ἄνδρες ἀρχαῖοι καὶ λόγου ἄξιοι.