Ancient Greek · ~1 min
Fragment 5
Hegesianax Astron. et Epic., Fragmenta 5
Not analysed yet
Steph. Byz. :Ἀρίσβη, πόλις τῆς Τρωάδος, Μυτι-
ληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκά-
νιος υἱὸς Αἰνείου. Κεῖται μεταξὺ Περκώτης καὶ Ἀβύδου.
Κεφάλων δέ φησιν, ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης
ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸς τὴν
θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν
αὐτήν φησι.