Ancient Greek
665
Hegesippus, Fragmenta (Ex Incerto Libro) 665
Unproofread scanNot analysed yet
αὐτῷ καὶ εἶπον· «Δίκαιε, ᾧ πάντες πείθεσθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Ἰησοῦ τοῦ σταυρωθέντος.» Καὶ ἀπεκρίνατο φωνῇ μεγάλῃ· «Τί με ἐπερωτᾶτε περὶ Ἰησοῦ τοῦ υἱοῦ ἀνθρώπου; Καὶ αὐτὸς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως, καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Καὶ πολλῶν πληροφορηθέντων καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου, καὶ λεγόντων Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, τότε πάλεν οἱ αὐτοὶ Γραμματεῖς καὶ Φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον· «Κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες τῷ Ἰησοῦ. Ἀλλὰ ἀναβάντες, καταβάλωμεν αὐτὸν, ἵνα φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ.» Καὶ ἔκραξαν λέγοντες· «Ὦ ὢ, καὶ ὁ Δίκαιος ἐπλανήθη.» Καὶ ἐπλήρωσαν τὴν Γραφὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην· Ἄρωμεν τὸν ν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Ἀναβάντες οὖν κατέβαλον τὸν Δίκαιον, καὶ ἔλεγον ἀλλήλοις· «Λιθάσωμεν Ἰάκωβον τὸν δίκαιον.» Καὶ ἤρξαντο λιθάζειν αὐτὸν, ἐπεὶ καταβληθεὶς οὐκ ἀπέθανεν, ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων· «Παρακαλῶ, Κύριε Θεὲ Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Οὕτω δὲ καταλιὓρβολούντων αὐτὸν, εἶς τῶν ἱερέων τῶν υἱῶν Ῥηνὰβ