Ancient Greek
666
Hegesippus, Fragmenta (Ex Incerto Libro) 666
Unproofread scanNot analysed yet
υἱοῦ Ῥαχαβείμ τῶν μαρτυρουμένων ὑπὸ Ἰερεμίου τοῦ προφήτου, ἔκραζε λέγων· Παύσασθε, τί ποιεῖτε; Εὔχεται ὑπὲρ ἡμῶν ὁ Δίκαιος.» Καὶ λαβών τις ἀπ´ αὐτῶν εἴς τῶν γναφέων τὸ ξύλον ἐν ᾧ ἀπεπίεζε τὰ ἱμάτια, ἤνεγκε κατὰ τῆς κεφαλῆς τοῦ Λικαίου. Καὶ οὕτως ἐμαρτύρησεν· καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τόπῳ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ θ. Μάρτυς οὐτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἔλλησι γεγένηται, ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν Καὶ εὐθὺς Οὐεσπασιανὸς πολιορκεῖ τὴν Ἰουδαίαν, αἰχμαλωτίσας αὐτούς.