Ancient Greek
667
Hegesippus, Fragmenta (Ex Incerto Libro) 667
Unproofread scanNot analysed yet
Ἰούδα, τοῦ κατὰ σάοκα λεγομένου αὐτοῦ ἀδελφοῦ, οὓς ἐδηλατόρευσαν, ὡς ἐκ γένους ὄντας Δαβίδ. Τούτους δ´ ὁ Ἰουοκᾶτος ἤγαγε πρὸς Δομετιανὸν Καίσαρα. Ἐφοβεῖτο γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ ὡς καὶ Ἡρώδης. Καὶ ἐπηρώτησεν αὐτοὺς εἰ ἐκ Δαβίδ εἰσι· καὶ ὡμολόγησαν. Τότε ἠρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν, ἢ πόσων χρημάτων κυριεύουσιν. Οἱ δὲ εἶπον ἀμφότεροι, ἐννακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεως· καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ´ ἐν διατιμήσει γῆς πλέθρων τριάκοντα ἐννέα μόνων· ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρειν, καὶ αὐτοὺς αὐτουργοῦντας διατρέφεσθαι. Εἶτα δὲ καὶ τὰς χεῖρας τὰς ἑαυτῶν ἐπιδεικνύναι, μαρτύριον τῆς αὐτουργίας τὴν τοῦ σώματος σκληρίαν, καὶ τοὺς ἀπὸ τῆς συνεχοῦς ἐργασίας ἐναποτυπωθέντας ἐπὶ τῶν ἰδίων χειρῶν τύλους παριστάντας. Ἐρωτηθέντας δὲ περὶ τοῦ Χριστοῦ καὶ τῆς βασιλείας αὐτοῦ, ὁποία τις εἴη καὶ πότε καὶ ποῖ φανησομένη, λόγον δοῦναι. ὡς οὐ κοσμικὴ μὲν οὐδ´ ἐπίγειος, ἐπουράνιος δὲ καὶ ἀγγελικὴ τυγχάνει, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος γενησομένη, ὁπηνίκα ἐλθὼν ἐν δόξῃ κρινεῖ ζῶντας καὶ νεκροὺς, καὶ ἀποδώσει ἐκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ. Ἐφ´ οἷς μηδὲν αὐτῶν κατεγνωκότα τὸν Δομετιανὸν, ἀλλὰ καὶ ὡς εὐτελῶν καταφρονήσαντα, ἐλευθέρους μὲν αὐτοὺς ἀνεῖναι, καταπαῦσαι