Ancient Greek · ~4 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.11
Not analysed yet
ἡ δὲ Χαρίκλεια καὶ ἄλλως οὖσα εὔθυμος διὰ τὴν προσδοκωμένην τῶν περιεστηκότων λύσιν, πλέον ἐγεγόνει περιχαρὴς ὡς τοῦ Σισιμίθρου τοὔνομα ὑπήκουσεν: ἦν γὰρ δὴ οὗτος ὁ τὴν ἀρχὴν ἐκτεθεῖσαν ἀνελόμενος καὶ τῷ Χαρικλεῖ παρακαταθέμενος ἔτεσι δέκα πρότερον, ὅτε εἰς τοὺς Καταδούπους ἐστάλη τῶν σμαραγδείων μετάλλων ἕνεκεν ὡς τὸν Ὀροονδάτην πρεσβεύων, τότε μὲν εἷς τῶν πολλῶν Γυμνοσοφιστῶν τυγχάνων, τὸ παρὸν δὲ πρόεδρος ἀναδεδειγμένος. τὴν μὲν οὖν ὄψιν τἀνδρὸς οὐκ ἀνέφερεν ἡ Χαρίκλεια, νέα κομιδῇ καὶ ἑπταέτης χωρισθεῖσα, τοὔνομα δὲ ἀναγνοῦσα περιχαρὴς ἐγεγόνει πλέον, συνήγορόν τε καὶ συνεργὸν ἔσεσθαι πρὸς τὸν ἀναγνωρισμὸν ἐλπίσασα. τὰς δὴ χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνασα, καὶ βοῶσα ἐξάκουστον, Ἥλιε γενάρχα προγόνων ἐμῶν, ἔλεγε, θεοί τε ἄλλοι καὶ γένους ἡμετέρου ἥρωες καθηγεμόνες, ὑμεῖς ἔστε μοι μάρτυρες ὡς οὐδὲν ἐρῶ ψεῦδος, ὑμεῖς δὲ καὶ συλλήπτορες εἰς τὴν κρίσιν τὴν νῦν προκειμένην, εἰς ἣν τῶν προσόντων μοι δικαίων ἐντεῦθεν ἄρξομαι. ξένους, ὦ βασιλεῦ, ἢ καὶ ἐγχωρίους ὁ νόμος ἱερουργεῖσθαι κελεύει; τοῦ δὲ ξένους εἰπόντος, οὐκοῦν ὥρα σοι, ἔφη, ζητεῖν ἑτέρους εἰς τὴν θυσίαν: ἐμὲ γὰρ ὑμεδαπήν τε καὶ ἐγχώριον εὑρήσεις.