Ancient Greek · ~3 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.16
Not analysed yet
τοιοῦτον δὴ ἔχων τὸ ἱππικὸν ὁ σατράπης, καὶ οὕτω τὸ Περσικὸν διατάξας, ἐπῄει ἀντιμέτωπος, κατὰ νώτων ἀεὶ τὸν ποταμὸν ποιούμενος, καὶ πλήθει κατὰ πολὺ τῶν Αἰθιόπων λειπόμενος τῷ ὕδατι τὴν κύκλωσιν ἀπετείχιζεν. ἀντεπῆγε δὲ καὶ ὁ Ὑδάσπης, τοῖς ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως Πέρσαις τε καὶ Μήδοις τοὺς ἐκ Μερόης ἀντιτάττων, ἄνδρας ὁπλομάχους τε καὶ τῆς κατασυστάδην χειρονομίας ἐπιστήμονας: τοὺς δὲ ἐκ τῆς Τρωγλοδυτικῆς καὶ τοὺς τῇ κινναμωμοφόρῳ προσοίκους, εὐσταλεῖς τε τὴν ὅπλισιν καὶ ποδώκεις καὶ τοξείαν ἀρίστους, τοῖς κατὰ τὸ λαιὸν τῶν ἐναντίων σφενδονήταις τε καὶ ἀκοντισταῖς παρενοχλήσοντας ἀπεκλήρωσε. τὸ δὲ μεσεῦον τοῦ Περσικοῦ τοῖς καταφράκτοις μεγαλαυχούμενον καταμαθών, ἑαυτόν τε καὶ τοὺς περὶ αὑτὸν πυργοφόρους ἐλέφαντας ἀντέταξε, τὸ Βλεμμύων καὶ Σηρῶν ὁπλιτικὸν προτάξας, καὶ ἃ χρὴ πράττειν παρὰ τὸ ἔργον ἐπιστείλας.