Ancient Greek · ~4 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.17
Not analysed yet
ἀρθέντων δὲ ἑκατέρωθεν τῶν σημείων, καὶ τοῦ μὲν Περσικοῦ διὰ σαλπίγγων, ῥόμβοις δὲ καὶ τυμπάνοις τῶν Αἰθιόπων τὴν μάχην ἐπισημαινόντων, ὁ μὲν Ὀροονδάτης ἐμβοήσας δρόμῳ τὰς φάλαγγας ἐπῆγεν, ὁ δὲ Ὑδάσπης τὰ μὲν πρῶτα σχολαίτερον ἀντεπιέναι προσέταττε, βάσιν ἐκ βάσεως ἡσυχῇ παραμείβοντας, τῶν τε ἐλεφάντων ἕνεκεν, ὅπως ἂν μὴ ἀπολειφθεῖεν τῶν προμάχων, καὶ ἅμα τὴν ῥύμην τῶν ἱππέων τῷ μεταξὺ προϋπεκλύων. ἐπεὶ δὲ βολῆς ἐντὸς ἤδη καθίσταντο καὶ τοὺς καταφράκτους ἐρεθίζοντας τὴν ἵππον εἰς τὴν ἐπέλασιν οἱ Βλέμμυες κατέμαθον, τὰ προστεταγμένα πρὸς τοῦ Ὑδάσπου ἔπραττον, καὶ τοὺς Σῆρας ὥσπερ προκώλυμα εἶναι καὶ προασπίζειν τῶν ἐλεφάντων καταλιπόντες, αὐτοὶ πολὺ τῶν τάξεων προπηδήσαντες, ὡς τάχους εἶχον, ἐπὶ τοὺς καταφράκτους ὥρμησαν, μανίας ἔμφασιν τοῖς ὁρῶσι παριστάντες, οὕτως ὀλίγοι πρὸς πλείονας καὶ πρὸς οὕτω πεφραγμένους προεφορμήσαντες. οἱ Πέρσαι δὲ πλέον ἢ πρότερον ἐφέντες τοῖς ἵπποις ἐπήλαυνον, ἕρμαιον τὸ ἐκείνων θράσος ποιούμενοι, καὶ ὡς αὐτίκα καὶ παρὰ τὴν πρώτην συμβολὴν ἁρπασόμενοι.