Ancient Greek · ~9 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.18
Not analysed yet
τότε οἱ Βλέμμυες εἰς χεῖρας ἤδη συμπίπτοντες, καὶ μόνον οὐ ταῖς αἰχμαῖς ἐγχρίμπτοντες, ἀθρόον καὶ καθ̓ ἓν σύνθημα ὑπώκλασάν τε καὶ ὑπεδύοντο τοῖς ἵπποις, γόνυ μὲν θάτερον τῇ γῇ προσερείδοντες, κεφαλὴν δὲ καὶ νῶτα μόνον οὐ πατούμενοι. παράδοξον δὲ ἔδρων, καὶ ἐλυμαίνοντο τὴν ἵππον ὑπὸ τὴν γαστέρα κατὰ τὴν διεξέλασιν τοῖς ξίφεσιν ἀνακόπτοντες, ὥστε ἔπιπτον μὲν οὐκ ὀλίγοι τῶν ἱππέων, τῶν ἵππων πρὸς τὴν ἀλγηδόνα τὸν χαλινὸν ὑπερορώντων καὶ τοὺς ἀναβάτας ἀποσειομένων, οὓς κορμηδὸν κειμένους οἱ Βλέμμυες ὑπὸ τοὺς μηροὺς ἀνέτεμνον: ἀκίνητος γὰρ Περσῶν κατάφρακτος τοῦ χειραγωγήσοντος ἀμοιρήσας. ὅσοι δὲ ἀτρώτοις τοῖς ἵπποις συνηνέχθησαν, ἐπὶ τοὺς Σῆρας ἐφέροντο. οἳ δέ, ἐπειδὴ μόνον ἐπλησίαζον, κατόπιν ἑαυτοὺς τῶν ἐλεφάντων ὑπέστελλον, ὥσπερ ἐπὶ λόφον ἢ φρούριον τὸ ζῶον καταφεύγοντες. ἔνθα πολὺς φόνος καὶ ὀλίγου παντελὴς συνέπιπτε τοῖς ἱππεῦσιν. οἵ τε γὰρ ἵπποι πρὸς τὸ ἄηθες τῆς τῶν ἐλεφάντων ὄψεως, ἀθρόον παραγυμνωθείσης καὶ τῷ ξενίζοντι τῆς θέας τὸ φοβερὸν ἐπιφερούσης, οἳ μὲν παλινδρομοῦντες οἳ δὲ ἐν ἀλλήλοις συνταραττόμενοι, τὴν τάξιν τῆς φάλαγγος τάχιστα παρέλυον: οἵ τε ἐπὶ τῶν ἐλεφάντων κατὰ τοὺς πύργους, ἓξ μὲν ἕκαστον κατειληφότες, δύο δὲ κατὰ πλευρὰν ἑκάστην ἐκτοξεύοντες, τῆς ἐπ’ οὐρὰν μόνης εἰς τὸ ἄπρακτον σχολαζούσης, οὕτω δή τι συνεχές τε καὶ ἐπίσκοπον ὥσπερ ἐξ ἀκροπόλεως τῶν πύργων ἔβαλλον ὥστε εἰς νέφους φαντασίαν τὴν πυκνότητα παραστῆναι τοῖς Πέρσαις, καὶ πλέον ὅτε τοὺς ὀφθαλμοὺς μάλιστα τῶν ἐναντίων σκοποὺς οἱ Αἰθίοπες ποιούμενοι, καθάπερ οὐκ ἐκ τῶν ἴσων πολεμοῦντες ἀλλ̓ εὐστοχίας ἀγώνισμα προθέντες, οὕτως ἀδιαπτώτως ἐτύγχανον ὥστε οἱ διαπεπαρμένοι τοῖς βέλεσιν ἐφέροντο σὺν οὐδενὶ κόσμῳ διὰ τοῦ πλήθους, καθάπερ αὐλοὺς τοὺς ὀιστοὺς τῶν ὀφθαλμῶν προβεβλημένοι. εἰ δέ τινας ὑπὸ ῥύμης τοῦ δρόμου μὴ κατασχεθέντες οἱ ἵπποι, καὶ ἄκοντας ὑπεξαγαγόντες, εἰς τοὺς ἐλέφαντας ἐνέβαλλον, καὶ οὕτως οἳ μὲν αὐτοῦ κατανηλίσκοντο, ὑπό τε τῶν ἐλεφάντων ἀνατρεπόμενοι καὶ καταπατούμενοι, οἳ δὲ ὑπό τε τῶν Σηρῶν ὑπό τε τῶν Βλεμμύων ὥσπερ ἐκ λόχου τοῦ ἐλέφαντος ἐκδρομάς τε ποιουμένων, καὶ τοὺς μὲν τιτρώσκειν εὐστοχούντων, τοὺς δὲ κατὰ συμπλοκὴν ἀπὸ τῶν ἵππων εἰς γῆν ὠθούντων. ὅσοι δὲ καὶ διεδίδρασκον, ἄπρακτοι καὶ οὐδὲν δράσαντες τοὺς ἐλέφαντας ἀπεχώρουν: τὸ γὰρ θηρίον πέφρακται μὲν καὶ σιδήρῳ παραγινόμενον εἰς μάχην, καὶ ἄλλως δὲ πρὸς τῆς φύσεως τὴν δορὰν ἐστόμωται, στερεμνίου φολίδος τῇ ἐπιφανείᾳ ἐπιτρεχούσης καὶ πᾶσαν αἰχμὴν τῷ ἀντιτύπῳ θραυούσης.