Ancient Greek
Fragment 471
Heliodorus Trag., Fragmenta 471
Not analysed yet
Heliodori Atheniensis Tragici Ἀπολυτικὰ πρὸς Νικόμαχον
Οὐ μὰ τὸν ἐν Τρίκκῃ πρηὺν θεόν, οὐ μὰ τὸν ὑψοῦ
Ἠέλιον σπείροντα θεοῖς φαεσίμβροτον αἴγλην,
οὐ μὰ θεῶν σκηπτοῦχον, ὑπερμενέα Κρονίωνα,
οὔτε μέ τις δώροισι παρήγαγεν οὔθ' ὑπ' ἀνάγκης
οὔτε χάριν φιλίης ἑτέρῳ κακὰ νεῖμαι ὑπέστην·
ἀλλ' ὁσίας μὲν χεῖρας ἐς ἠέρα λαμπρὸν ἀείρω
καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν.