Ancient Greek
Fragment 472
Heliodorus Trag., Fragmenta 472
Not analysed yet
Heliodori Ἰταλικὰ Θαύματα (?)
Ἰταλίης οὐ πολλὸν ὑπερστείχοντι κολώνην
Γαυρείην χώρη τις ὁδιτάων ἐπὶ λαιὰ
κέκλιται ἀργήεσσα χιὼν ὥς· ἐκ δέ οἱ ὕδωρ
ἀΐσσει μάλα πικρὸν ἀναπνεῦσαι πιέειν τε.
κεῖνο πολυστάφυλοι περιναιέται ἀνέρες ὕδωρ
ὄσσων ἄλκαρ ἔχουσιν· ὁ μὲν λοετροῖο χατίζων
αὔτως, ὄφρα κε μοῦνον ἐν ὕδατι γυῖα καθήρῃ,
ὀφθαλμοὺς βλεφάροισι λίην ἀραρῶσι καλύψας
δεύεται, ὡς μή οἵ τι παραδράμῃ ἕρκεος εἴσω
ὑγρὸν ἐπὶ γλήνης· τὸ γὰρ ἄλγεος <αἴτιον> εἴη.
ὃς δέ κε λημηρῇ νεφέλῃ εἰλυμένος ὄσσε
ἀσχάλλῃ ὀδύναις, κεροειδέα δ' ἀμφὶ χιτῶνα
οἶδος πιαλέοισι περιβρίθῃ πελανοῖσι,
κείνῳ καίριόν ἐστι καὶ ἀσφαλὲς ὄμμα διῆναι
ἀμπετὲς ἀκλήϊστον. ἄφαρ δ' ἀπὸ πᾶσα τελέσθη
θυμοδακὴς ὀδύνη, ῥέα δ' ἄλθεται ὕδατι νοῦσος.