Ancient Greek
Page vi
Hephaestion Astrol., Excerptum (e cod. Paris. gr. 2506) Page vi
Not analysed yet
Τὸ ἀπὸ τοῦ κεʹ κεφαλαίου Μαξίμου καὶ Ἡφαιστίωνος περὶ γονέων Ὡροσκόπος ♏ϛʹ κβʹ, Ἀφροδίτη ϛʹ ιηʹ· βʹ τόπος ♐ηʹ νʹ, ☋ιʹ μʹ καὶ γʹ, Ἄρης ιηʹ καὶ θʹ· γʹ ♑ιζʹ ιαʹ· δʹ ♒ιγʹ καὶ εʹ, ιϛʹ νʹ καὶ αʹ· εʹ ♓ιζʹ ιαʹ, π☾ ιζʹ ιʹ καὶ εʹ· ϛʹ ♈ηʹ νʹ· ζʹ ♉ϛʹ κʹ καὶ βʹ· ηʹ ♊ηʹ νʹ, ♌ιʹ μγʹ, ☾ιβʹ μϛʹ, τύχη ιβʹ νʹ· θʹ ♋ιζʹ ιαʹ· μεσουράνημα ♌ιγʹ μʹ καὶ εʹ, ♃εʹ λγʹ, ♄κγʹ εʹ· ιαʹ ♍ιαʹ ιζʹ, ☉κγʹ ιζʹ· ιβʹ ♎ιζʹ ιβʹ, κλῆρος πατρὸς ϛʹ ιγʹ, ☿ϛʹ κβʹ. Ὁ Ἥλιος καὶ ὁ Κρόνος τῷ πατρικῷ προσώπῳ οἰκοῦνται κατὰ φύσιν ὥσπερ ἡ Σελήνη καὶ ἡ Ἀφροδίτη τῷ μητρικῷ, ἀλλ' ἐπεὶ ἡμέρας ἔτυχεν ἡ γένεσις προκρίνεται μᾶλλον ὁ Ἥλιος. ἔτυχεν οὖν ἐν εὐτυχεῖ τόπῳ καὶ ἐπισήμῳ, καὶ ἡ κυρία τούτου τριγώνου ἥτις ἐστὶν Ἀφροδίτη ὡροσκοποῦσα ἔξαυγος καὶ προσθετικὴ καὶ ὑπὸ Διὸς καθυπερτερουμένη, ὁ δὲ τοῦ οἴκου κύριος Ἑρμῆς ἔξαυγος μὲν καὶ προσθετικὸς καὶ ὑπὸ Διὸς ὁρώμενος, ἐν ἀσήμῳ δὲ τόπῳ τῷ λεγομένῳ κακοδαίμονι καὶ ὑπὸ Κρόνου καὶ Ἄρεως μαρτυρούμενος—τρισὶ λόγοις ἀγαθυνόμενος καὶ τρισὶ βλαπτόμενος· οὐκοῦν ἑρμαϊκὴ βλάβη περὶ τὴν πρᾶξιν αὐτοῦ καὶ τὰ χρηματικά. οὐχ ἡγήσεται δὲ βλάβη<ν> τὴν βλάβην ὡς δευτέρου ταύτην θεραπευσόμενος διὰ τὸ μηδ' ἐσοτέρωθεν ῥέπειν ἀλλ' ἴσως φυγεῖν τὸν Ἑρμῆν, ἢ