Ancient Greek
Page vii
Hephaestion Astrol., Excerptum (e cod. Paris. gr. 2506) Page vii
Not analysed yet
ἐλθὼν εἰς τοιαύτας ἐλπίδας ῥυσθήσεται. ἐπεὶ δὲ αἱ μὲν ἀπόρροιαι τῶν ἀστέρων τὸν παρῳχηκότα καιρόν, αἱ δὲ συναφαὶ τὸν μέλλοντα δηλοῦσιν, ὁρῶμεν τὸν Ἄρην τῆς Ἡλίου ἀπορροίας κρατοῦντα καὶ λέγομεν πρὸ τῆς γενέσεως τῆς παρούσης ἐξ ἐπαναστάσεών τινων ἢ νόσου ἀρεϊκῆς σφοδρότερον κλιμακτηρισθῆναι τὸν πατέρα, ἔστι παχυμερῶς εἰκάσαι πρὸ ϛ ἐτῶν τῆς παρούσης γενέσεως. καὶ ἐπεὶ ὁ Ἥλιος ὁ τὸ πατρικὸν ἐπέχων πρόσωπον πρὸς τὴν τοῦ Διὸς καὶ Ἑρμοῦ ἐπιμαρτυρίαν καὶ κόλλησιν φέρεται ἔστιν εὐτυχίας ἐλπίς· μετὰ γὰρ ἔτη ιγ πλήρη καὶ ἡμέρας κδ ὁ τοῦ Διὸς ἐπέρχεται τῷ ἡλιακῷ τόπῳ, καὶ ἔστιν ὁ καιρὸς τῆς ἐπερχομένης ἰνδικτιῶνος γʹ περὶ τὸν Ὀκτώβριον· εἴτε γὰρ εἰς κριτικὸν ἀξίωμα ἢ χαρτουλαρικὸν ἢ βασιλικὸν νοτάριον ἢ εἰς ἀναστροφὰς δημοσίων πραγμάτων ἤ τι τοιοῦτον προβληθείη. ἐπεὶ γὰρ καὶ ὁ Ἥλιος καὶ ἡ κυρία τούτου τριγώνου Ἀφροδίτη ἐν εὐσήμοις καὶ εὐτυχέσι τόποις εὑρέθη, ἐμφανῆ καὶ ἔνδοξα σημαίνει τὰ πρῶτα, καὶ μάλιστα τῆς Ἀφροδίτης κυριευσάσης καὶ τοῦ πατρικοῦ, καὶ ὁ Κρόνος δὲ β λόγους ἔχων εἰς τὸν πατρικὸν κλῆρον τὸν ἐξουσιαστικὸν ἔλαχε τόπον, ἐν βασιλικῷ τε ζῳδίῳ πάρεστι καὶ μετὰ Διός.