Ancient Greek
Page xxi
Hephaestion Astrol., Excerptum (e cod. Vat. gr. 1056) Page xxi
Not analysed yet
Ὁ οὖν Κριὸς καὶ ὁ Ζυγὸς ὁρῶνται ὑπὸ τῶν δύο φώτων καὶ τοῦ Ἑρμοῦ καὶ οὐδεὶς τῶν κακοποιῶν ὁρᾷ. ἐν τούτοις ἐλθούσης τῆς Σελήνης [καὶ τοῦ Ἑρμοῦ], ἰδούσης καὶ τὸν Δία ἢ Ἀφροδίτην χωρὶς τῆς μαρτυρίας τῶν κακοποιῶν, χαρμοσύνας ἀγγελίας ἐποίσει, εἰ δὲ κακοποιοὶ σχηματίσουσιν ἀνώμαλα ἔσονται. πάλιν ὅ ἐστιν· οἱ μὲν ἓξ ἀστέρες ὡς προδέδεικται, μόνος δὲ ὁ Ἑρμῆς ἀλλαξάτω τὸ ζῴδιον, καὶ ἦν ἐν Ἰχθύσιν. νῦν οὖν ὁρῶνται ὁ Ταῦρος καὶ ὁ Σκορπίος ὑπὸ τοῦ Ἑρμοῦ καὶ τῶν κακοποιῶν· ἐν τούτοις ἐλθούσης τῆς Σελήνης τοῦ Ἑρμοῦ μαρτυροῦντος <. . . >