Ancient Greek
Page xxii
Hephaestion Astrol., Excerptum (e cod. Vat. gr. 1056) Page xxii
Not analysed yet
Ὑπόδειγμα ἕτερον Μηνὶ Ἰουνίῳ αʹ ἰνδ. εʹ ἦλθεν ἀγγελία ἀπὸ τῆς δύσεως ὡς τοῦ μεγίστου κάστρου τῶν Σερβίων παρὰ τοῦ βασιλέως κρατηθέντος. Ἥλιος ἐν Διδύμοις ι, Σελήνη ἐν Σκορπίῳ ιδ, Κρόνος ἐν Λέοντι κβ, Ζεὺς ἐν Λέοντι η, Ἄρης ἐν Διδύμοις κα, Ἀφροδίτη ἐν Ταύρῳ ιθ, Ἑρμῆς ἐν Καρκίνῳ ϛ. ὁ ἀριθμὸς Ἑρμοῦ εἰς τὸν ὡροσκόπον τῆς πόλεως καὶ ἡ Ἀφροδίτη εἰς τὸν Ἥλιον τῆς πόλεως ἀκάκωτοι ὥστε αἱ ἐπεμβάσεις τοῦ Ἑρμοῦ καὶ τῶν ἀγαθοποιῶν εἰς τὰ φῶτα καὶ τὸν ὡροσκόπον τῆς πόλεως σημαίνουσιν.