Ancient Greek
1 to 2
Hephaestion, Enchridion de Metris 1-10-2
Not analysed yet
(1) Τὸ δὲ ἀπὸ μείζονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ πρὸς τὰς τροχαϊκὰς ἐπί μικτὸν· ὅτε μέντοι ἀκατάληκτόν ἐστι, καθόλου σπανίως εἰς τὴν ἰωνικὴν περαιοῦται διὰ τὸ ἀπρεπῆ εἶναι τὴν ἰωνικὴν ἐπὶ τέλους οὖσαν. (2) Ἔστι τοίνυν ἐπίσημα ἐν τῷ ἰωνικῷ ἑφθημιμερῆ μὲν τὰ τοιαῦτα, οἷς ἡ Τελέσιλλα (1) ἐχρήσατο, ἅδ’ Ἄρτεμις, ὦ κόραι, φεύγοισα τὸν Ἀλφεόν, καὶ δίμετρον ἀκατάληκτον τὸ καλούμενον Κλεομάχειον, ἐν ᾧ καὶ οἱ μολοσσοὶ ἐπὶ τῶν ἀρτίων χωρῶν ἐμπίπτουσι καὶ οἱ χορίαμβοι, οἷον (anthol. lyr. p. 504) τίς τὴν ὑδρίην ἡμῶν ἐψόφησ’; ἐγὼ πίνων,