Ancient Greek
5 to 7
Hephaestion, Enchridion de Metris 5-4-7
Not analysed yet
(5) ἔστι δὲ πυκνὸν καὶ τὸ τὴν δευτέραν μόνην ἀντισπαστικὴν ἔχον, ᾧ μέτρῳ ἔγραψεν ᾄσματα καὶ Σαπφὼ ἐπὶ †τῆς τοῦ ἑβδόμου (90) γλυκῆα μᾶτερ, οὔ τοι δύναμαι κρέκην τὸν ἱστὸν πόθῳ δαμεῖσα παιδὸς βραδίναν δι’ Ἀφροδίταν. (6) Τὸ δὲ ἀκατάληκτον καλεῖται Σαπφικὸν ἑκκαιδεκασύλλαβον, ᾧ τὸ τρίτον ὅλον Σαπφοῦς γέγραπται, πολλὰ δὲ καὶ Ἀλκαίου ᾄσματα (85) Νύμφαις ταὶς Διὸς ἐξ αἰγιόχω φαῖσι τετυγμέναις. Σιμίας δὲ καὶ τῷ ὑπερκαταλήκτῳ κέχρηται τὸν στυγνὸν Μελανίππου φόνον αἱ πατροφόνων ἔριθοι, ὅπερ καὶ καλεῖται Σιμιακόν. ―(7) Ὁ δὲ Ἀλκαῖος (48ᵅ) καὶ πενταμέτρῳ ἀκαταλήκτῳ ἐχρήσατο Κρονίδα βασιλῆος γένος Αἶαν, τὸν ἄριστον πέδ’ Ἀχιλλέα.