Ancient Greek
1 to 2
Hephaestion, Enchridion de Metris 1-7-2
Not analysed yet
(1) Τὸ δὲ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται σπονδεῖον, ἀνάπαιστον, σπανίως δὲ καὶ προκελευματικόν, παρὰ δὲ τοῖς δραματοποιοῖς καὶ δάκτυλον. Εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἓξ κατὰ συζυγίαν διαιρουμένου· ὑπερκατάληκτος εἰς δισύλλαβον, ὑπερκατάληκτος εἰς συλλαβήν, ἀκατάληκτος, καταληκτικὴ εἰς δισύλλαβον, καταληκτικὴ εἰς συλλαβήν, βραχυκατάληκτος. (2) Ἐπισημότατον δὲ ἐν αὐτῷ ἐστι τὸ τετράμετρον καταληκτικὸν εἰς συλλαβήν, τὸ καλούμενον Ἀριστοφάνειον (Nub. 962) ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη νενόμιστο· κέκληται δὲ Ἀριστοφάνειον οὐκ Ἀριστοφάνους αὐτὸ εὑρόντος πρώτου, ἐπεὶ καὶ παρὰ Κρατίνῳ ἐστί (220) χαίρετε δαίμονες οἱ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης, ἀλλὰ διὰ τὸ τὸν Ἀριστοφάνην πολλῷ αὐτῷ κεχρῆσθαι·