Ancient Greek
Περὶ ἀναπαιστικοῦ.
Hephaestion, Enchridion de Metris 3-6
Not analysed yet
(3) καὶ πρὸ Κρατίνου παρ’ Ἐπιχάρμῳ, ὃς καὶ ὅλα δύο δράματα τούτῳ τῷ μέτρῳ γέγραφε, τούς τε Χορεύοντας καὶ τὸν Ἐπίνικον. Ἀριστόξενος δὲ ὁ Σελινούντιος Ἐπιχάρμου πρεσβύτερος ἐγένετο ποιητής (οὗ καὶ αὐτὸς Ἐπίχαρμος (88) μνημονεύει ἐν Λόγῳ καὶ Λογίνᾳ. οἱ τοὺς ἰάμβους καὶ τὸν †ἄριστον τρόπον, ὃν πρᾶτος εἰσηγήσαθ’ Ὡριστόξενος) καὶ τούτου τοίνυν τοῦ Ἀριστοξένου μνημονεύεταί τινα τούτῳ τῷ μέτρῳ γεγραμμένα (CGF p. 87) τίς ἀλαζονίαν πλείσταν παρέχει τῶν ἀνθρώπων; τοὶ μάντεις·