Ancient Greek
Περὶ χοριαμβικοῦ.
Hephaestion, Enchridion de Metris 1-8
Not analysed yet
(1) Τὸ χοριαμβικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς ἰαμβικάς· ὡς ἐπίπαν δὲ ὅτε καταληκτικόν ἐστιν εἰς τὴν ἰαμβικὴν κατάκλειδα περαιοῦται, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὴν ἀδιάφορον· —περαιοῦται μὲν γὰρ καὶ εἰς τὴν ἰδίαν, τὸν δάκτυλον ἢ κρητικόν, οἷον δίμετρον μὲν τὸ (fr. lyr. adesp. 69) ἱστοπόνοι μείρακες, τρίμετρα δὲ (fr. lyr. adesp. 70) οὐδὲ λεόντων σθένος οὐδὲ τροφαί, τετράμετρα δὲ (fr. lyr. adesp. 71) αἳ Κυθερήας ἐπιπνεῖτ’ ὄργια λευκωλένου. ἀλλὰ τῷ ταῦτα συνεχέστερα εἶναι, ἀπρεπέστερά ἐστι. —