Ancient Greek
Περὶ ἀναπαιστικοῦ.
Hephaestion, Enchridion de Metris 9
Not analysed yet
(9) Ὥσπερ δὲ ἐν τῷ δακτυλικῷ ἦν τι λογαοιδικόν, οὕτω κἀν τοῖς ἀναπαιστικοῖς τὸ εἰς βακχεῖον περαιούμενον, οὗ ἐστιν ἐπισημότατον τὸ μετὰ τέσσαρας πόδας αὐτὸν ἔχον τὸν βακχεῖον· ὧν ὁ πρῶτος γίνεται καὶ σπονδεῖος καὶ ἴαμβος. καλεῖται μὲν οὖν Ἀρχεβούλειον ἀπὸ Ἀρχεβούλου τοῦ Θηβαίου ποιητοῦ χρησαμένου αὐτῷ κατακόρως· γέγραπται δὲ καὶ Καλλιμάχῳ (146) ἀγέτω θεός, οὐ γὰρ ἐγὼ δίχα τῶνδ’ ἀείδειν· τοῦτο μὲν οὖν ἀπὸ ἀναπαίστου· ἀπὸ δὲ σπονδείου (146ᵇ) νύμφα, σὺ μὲν ἀστερίαν ὑπ’ ἄμαξαν ἤδη, ἀπὸ δὲ ἰάμβου (146ᶜ) φιλωτέρα ἄρτι γάρ οἱ Σικελὰ μὲν Ἔννα. τοὺς δὲ μετὰ τὸν πρῶτον πόδα τρεῖς οἱ μὲν ἐν συνεχείᾳ γράψαντες τὸ μέτρον πάντως ἀναπαίστους ἐφύλαξαν, Ἀλκμὰν δέ που καὶ σπονδείους παραλαμβάνει.