Ancient Greek
Περὶ ἀσυναπτήτων.
Hephaestion, Enchridion de Metris 15
Not analysed yet
(15) Καὶ τοῦ μὲν τεσσαρεσκαιδεκασυλλάβου ἓν σχῆμα (Call. 489) παίσατε, τῶν δ’ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη. ὁμοίως δὲ τοῦ δωδεκασυλλάβου ἕν (Call. 490) τίκτεσθαι· βροντᾶν δ’ οὐκ ἐμόν, ἀλλὰ Διός. τοῦ δὲ τρισκαιδεκασυλλάβου δύο σχήματα· ποτὲ μὲν πρῶτος ὁ δάκτυλος (Call. 488) Νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι. ποτὲ δὲ δεύτερος (Call. 491) ῥέζειν, καὶ στεφέων εὔαδε τῷ Παρίῳ. Δεῖ δὲ τὸ ἐλεγεῖον τέμνεσθαι πάντως καθ’ ἕτερον τῶν πενθημιμερῶν· εἰ δὲ μή, ἔσται πεπλημμελημένον, οἷον τὸ Καλλιμάχου (192) ἱερά, νῦν δὲ Διοσκουρίδεω γενεή.